Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.17 Dem. 47.20 (English) >>Dem. 47.22

47.18βούλομαι δʼ ὑμῖν, ἄνδρες δικασταί, καὶ τὴν δίκην διηγήσασθαι, ὅθεν ἐγένετό μοι πρὸς Θεόφημον, ἵνα εἰδῆτε ὅτι οὐ μόνον ἐμοῦ ἀδίκως κατεδικάσατο, ἐξαπατήσας τοὺς δικαστάς, ἀλλὰ καὶ τῆς βουλῆς ἅμα τῶν πεντακοσίων τῇ αὐτῇ ψήφῳ, καὶ ἄκυρα μὲν ἐποίησεν τὰ δικαστήρια τὰ ὑμέτερα, ἄκυρα δὲ τὰ ψηφίσματα καὶ τοὺς νόμους, ἀπίστους δὲ τὰς ἀρχὰς κατέστησεν ὑμῖν καὶ τὰ γράμματα τὰ ἐν ταῖς στήλαις. ὃν δὲ τρόπον, ἐγὼ ὑμᾶς περὶ ἑνὸς ἑκάστου διδάξω. 47.19ἐμοὶ γὰρ πρὸς Θεόφημον συμβόλαιον μὲν οὐδὲν πώποτε πρότερον ἐν τῷ βίῳ ἐγένετο, οὐδʼ αὖ κῶμος ἔρως πότος, ὥστε διαφερόμενον περί τινος πλεονεκτήματος παροξυνόμενον ὑπὸ ἡδονῆς τινὸς ἐλθεῖν ἐπὶ τὴν οἰκίαν τὴν τούτου. ψηφισμάτων δὲ ὑμετέρων δήμου καὶ βουλῆς καὶ νόμου ἐπιτάξαντος, εἰσέπραξα τοῦτον ὀφείλοντα τῇ πόλει σκεύη τριηρικά. διʼ ὅτι δέ, ἐγὼ ὑμῖν διηγήσομαι. 47.20ἔτυχεν ἔκπλους ὢν τριήρων καὶ βοήθεια ἀποστελλομένη διὰ τάχους. σκεύη οὖν ἐν τῷ νεωρίῳ οὐχ ὑπῆρχεν ταῖς ναυσίν, ἀλλʼ ἔχοντες οἱ ὀφείλοντες οὐκ ἀπεδίδοσαν· πρὸς δὲ τούτοις οὐδʼ ἐν τῷ Πειραιεῖ ὄντα ἄφθονα ὀθόνια καὶ στυππεῖον καὶ σχοινία, οἷς κατασκευάζεται τριήρης, ὥστε πρίασθαι. γράφει οὖν Χαιρέδημος τὸ ψήφισμα τουτί, ἵνα εἰσπραχθῇ τὰ σκεύη ταῖς ναυσὶ καὶ σᾶ γένηται τῇ πόλει. καί μοι ἀνάγνωθι τὸ ψήφισμα.Ψήφισμα



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.17 Dem. 47.20 (English) >>Dem. 47.22

Powered by PhiloLogic